Proxeny decree for Prokles, son of Philokomides, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 347
1 [— — — —]ς̣ Ἀναξιδάμο[υ] εἶπεν· δεδόχθαι τῶι δήμωι· Προκλῆν Φιλοκωμίδου Ἀθηναῖον
[πρόξενο]ν εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας
[ἔγκτησιν] καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν
[καὶ κατὰ θάλ]ατταν καὶ τἆλλα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us