Proxeny decree for Philokles, son of Philinos, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 345
1 [— —κλῆς Εὐαίοντος] εἶπεν· ἐπειδὴ Φιλοκλῆς διατελεῖ εὔνους καὶ χρήσιμος ὢν
[καὶ λέγων καὶ πράττων τὰ] συνφέροντα τεῖ πόλει καὶ ἰδίαι τῶν πολιτῶν πολλοῖς χρείας
[παρέχεται, δεδόχ]θαι τῶι δήμωι· Φιλοκλῆν Φιλίνου Ἀθηναῖον πρόξενον εἶναι
[καὶ εὐεργέτην τῆς] πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ
5 [οἰκίας ἔγκτησιν καὶ ἰσο]τέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης
[καὶ κατὰ γῆ]ν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις
[καὶ εὐεργ]έταις.
Search Help
Contact Us