Proxeny decree for Philokles, son of Philinos, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 345
1 | [— —κλῆς Εὐαίοντος] εἶπεν· ἐπειδὴ Φιλοκλῆς διατελεῖ εὔνους καὶ χρήσιμος ὢν |
[καὶ λέγων καὶ πράττων τὰ] συνφέροντα τεῖ πόλει καὶ ἰδίαι τῶν πολιτῶν πολλοῖς χρείας | |
[παρέχεται, δεδόχ]θαι τῶι δήμωι· Φιλοκλῆν Φιλίνου Ἀθηναῖον πρόξενον εἶναι | |
[καὶ εὐεργέτην τῆς] πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ | |
5 | [οἰκίας ἔγκτησιν καὶ ἰσο]τέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης |
[καὶ κατὰ γῆ]ν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις | |
[καὶ εὐεργ]έταις. |