Proxeny decree for Agathon, son of Boutas, of Europos.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 356
1 ἱερέως Κτησιφῶντος, Πύθων Καλλιγείτονος εἶπεν·
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀγάθωνα Βουτᾶ
[Ε]ὐρώπιον Μακεδόνα πρόξενον εἶναι τῆς πόλεως Ὠρω-
[π]ίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
5 ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυ-
λείαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ [κατὰ θάλατ]-
ταν καὶ τἆλλα καθάπερ τοῖς {τοῖς} ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις.
Search Help
Contact Us