Proxeny decree for Menodoros, son of Aristonymos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 65
1 | ἐπ’ ἱερέως Ἐπικράτου· |
Θεότιμος Ἀριστομένου εἶπεν· ἐπειδὴ Μηνόδωρος εὔνους ὢν διατελεῖ | |
τῆι τε πόλει Ὠρωπίων καὶ τοῖς δεομένοις τῶν πολιτῶν χρείας παρέ- | |
χεται μετὰ πάσης εὐνοίας, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Μηνό- | |
5 | δωρον Ἀριστωνύμου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πό- |
λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κα- | |
τὰ {γῆν καὶ κατὰ} θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα | |
πάντα ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
10 | ταις τῆς πόλεως γέγραπται. |