Proxeny decree for Menodoros, son of Aristonymos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 65
1 ἐπ’ ἱερέως Ἐπικράτου·
Θεότιμος Ἀριστομένου εἶπεν· ἐπειδὴ Μηνόδωρος εὔνους ὢν διατελεῖ
τῆι τε πόλει Ὠρωπίων καὶ τοῖς δεομένοις τῶν πολιτῶν χρείας παρέ-
χεται μετὰ πάσης εὐνοίας, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Μηνό-
5 δωρον Ἀριστωνύμου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πό-
λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κα-
τὰ {γῆν καὶ κατὰ} θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα
πάντα ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
10 ταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us