Federal proxeny decree for Sosipatros, son of Agestrotos, of Kalymna. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 352 — ArchEph (1919) 82, 120 — SEG 1.124
1            ἐπ’ ἱερέως Ἐπικράτου·
Δαμοφίλω ἄρχοντος, Πανάμω, ἐπεψάφιδδε Ξενέας Ἐμ-
μόνω Θεισπιεύς, Νίκων Νίκωνος Ταναγρῆος ἔλεξε· δεδόχθη τοῖ
δάμοι· πρόξενον εἶμεν κὴ εὐεργέταν τῶ κοινῶ Βοιωτῶν Σω-
5 σίπατρον Ἀγεστρότω Καλούμνιον αὐτὸν καὶ ἐκγόνως κὴ εἶμεν
αὐτοῖ γᾶς κὴ ϝυκίας ἔππασιν κὴ ϝισοτέλιαν κὴ ἀσφάλιαν κὴ πο-
λέμω κὴ ἰράνας ἰώσας κὴ κατὰ γᾶν κὴ κατὰ θάλ{λ}ατταν {²⁶θάλατταν}²⁶ κὴ τὰ ἄλλα
πάντα καθάπερ κὴ τοῖς ἄλλοις προξένοις κὴ εὐεργέτης τῶ κοινῶ
Βοιωτῶν.
Search Help
Contact Us