Proxeny decree for the Athenian Eumenes.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 314
1 Φιλιστίδης Ἡρώι<δ>ου εἶπεν· ἐπειδὴ Εὐμένης εὔνους ἐσ[τὶν τῆ]ι πόλει καὶ λέγων καὶ πράττων
[τ]ὰ συμφέροντα ὑπὲρ τῆς πόλεως ἐν παντ[ὶ καιρῶι δ]ιατελεῖ καὶ τῶν πολιτῶν τοῖς δεομένοις παρέχεται χρείας κα[θ’ ὃ]
[α]ὑτῶι δυνατόν ἐστιν, δεδόχθαι τεῖ βουλεῖ κ[αὶ τῶι δήμω]ι· Ε[ὐμένη — — —ο]υ Ἀθηναῖον πρόξ<ε>νον εἶναι καὶ εὐεργέ[την]
[τῆς] πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους κα[ὶ εἶναι] αὐτοῖς [γῆς καὶ οἰκίας ἔνκτη]σιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν [καὶ ἀσυ]-
5 [λία]ν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θά[λαττ]α[ν] καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς ὅ[σαπερ]
[κα]ὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us