Proxeny decree for Poliagros, son of Nikoboulos, of Chalkis. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 63
1 ἐπὶ ἱερέως Φιλιππίδου·
Λύσανδρος Αἴσχρωνος εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι, ἐπειδὴ Πολίαγρος τεῖ
τε πόλει εὔνους ἐστὶν ἐμ παντὶ καιρῶι καὶ διατελεῖ χρείας παρεχόμενος ἀεὶ τῶι δεο-
μένωι τῶν πολιτῶν, δεδόχθαι τῶι δήμωι· Πολίαγρον Νικοβούλου Χαλκιδέα πρόξενον
5 εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι ἀσφάλειαν καὶ ἀσυ-
λίαν καὶ ἰσοτέλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν
καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς λοιποῖς προξένοις
τῆς πόλεως ὑπάρχει.
Search Help
Contact Us