Proxeny decree for Pyrrhos, son of Apollodoros, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 312
1 [ἄ]ρχοντος ἐν κοινῶι Βοιωτῶν Θεοτίμου, ἐπὶ δὲ πόλεως Πολυκράτου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Φιλιππίδου,
[Ἀ]ντίμαχος Σίμου εἶπεν· ἐπειδὴ Πύρρος εὔνους ὢν τῆι τε πόλει διατελεῖ καὶ ἰδίαι ἑκάστωι καὶ κοι-
νῆι χρήσιμός ἐστιν καὶ λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·
Πύρρον Ἀπολλοδώρου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν
5 [καὶ ἐ]κγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ πο-
[λ]έμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us