Proxeny decree for Pyrrhos, son of Apollodoros, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 312
1 | [ἄ]ρχοντος ἐν κοινῶι Βοιωτῶν Θεοτίμου, ἐπὶ δὲ πόλεως Πολυκράτου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Φιλιππίδου, |
[Ἀ]ντίμαχος Σίμου εἶπεν· ἐπειδὴ Πύρρος εὔνους ὢν τῆι τε πόλει διατελεῖ καὶ ἰδίαι ἑκάστωι καὶ κοι- | |
νῆι χρήσιμός ἐστιν καὶ λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Πύρρον Ἀπολλοδώρου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐτὸν | |
5 | [καὶ ἐ]κγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ πο- |
[λ]έμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |