Proxeny decree for Daimenes, son of Daimenes, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 310
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Θεοτίμου, ἐπὶ δὲ πόλεως Πολυκράτου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Φιλιππίδου,
Ἀντίμαχος Σίμου εἶπεν· ἐπειδὴ Δαϊμένης εὔνους ὢν τῆι τε πόλει διατελεῖ καὶ ἰδίαι ἑκάστωι
καὶ κοινῆι χρήσιμός ἐστιν καὶ λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· Δαϊμένην Δαϊμένου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλε-
5 ως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέ-
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us