Proxeny decree for Daimenes, son of Daimenes, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 310
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Θεοτίμου, ἐπὶ δὲ πόλεως Πολυκράτου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Φιλιππίδου, |
Ἀντίμαχος Σίμου εἶπεν· ἐπειδὴ Δαϊμένης εὔνους ὢν τῆι τε πόλει διατελεῖ καὶ ἰδίαι ἑκάστωι | |
καὶ κοινῆι χρήσιμός ἐστιν καὶ λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι· Δαϊμένην Δαϊμένου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλε- | |
5 | ως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέ- |
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς | |
ἄλλοις προξένοις καὶ εὐεργέταις. |