Proxeny decree for Hipparchos, son of Memnon, of Corinth. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 309
1 | Ἀμφίνικος Πυθίωνος εἶπεν· ἐπειδὴ Ἵππα̣[ρχος] |
εὔνους ἐστὶν τῆι πόλει καὶ λέγων καὶ πράττω̣[ν τὰ συμ]- | |
φέροντα καὶ κατὰ τὴν τέχνην ἐμ παντὶ καιρῶι δια[τελ]ε̣ῖ̣, | |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἵππαρχον Μέμ[ν]ονος | |
5 | Κορίνθιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠ- |
ρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι τε καὶ τοῖς | |
ἐκγόνοις γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσ- | |
φάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ | |
κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρχειν | |
10 | αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις |
τῆς πόλεως γέγραπται. |