Proxeny decree for Dionysios, son of Nikandros, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 173, 6 — SEG 15.268
1 | Σώστρατος Ἀριστίωνος εἶπεν· ἐπειδὴ Διονύσιος |
εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδίαι τῶν π[ο]- | |
λιτῶν ἑκάστωι παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδό- | |
[χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι· Διονύσιον Νικάνδρου Ἀθη- | |
5 | ναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκ- |
γόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ [ἰ]- | |
σοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν | |
καὶ κατὰ θάλατταν καὶ [πολέμου καὶ εἰρή]νη[ς] καὶ τ[ὰ] | |
ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ | |
10 | εὐεργέταις τῆς πόλεως γέγραπται. |