Proxeny decree for Dionysios, son of Herakleitos.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 257
1 [ἱερέως Κλεομάχου], Πανάμου·
[— — — — — — — — — εἶπε]ν· ἐπειδὴ Διονύσιος εὔ-
[νους ὢν διατελεῖ τεῖ πόλε]ι καὶ τοῖς δεομένοις ἀεὶ
[τῶν πολιτῶν παρέχεται χ]ρείας ἐν παντὶ καιρῶι, δε-
5 [δόχθαι τεῖ βουλεῖ καὶ τῶι] δήμωι· Διονύσιον Ἡρακλεί-
[του — — — — — — — πρόξ]ε[νον εἶ]ναι καὶ εὐεργέ%⁸¹την
[τῆς πόλεως Ὠρωπίω]ν α[ὐτὸν κ]αὶ ἐκγόνους καὶ εἶναι αὐτῶι
[γῆς καὶ οἰκίας ἔγκτη]σιν κα[ὶ ἰσο]τέλειαν καὶ ἀσυλίαν καὶ ἀσφά-
[λειαν καὶ κατὰ γῆν κ]αὶ κατ[ὰ θάλ]ατταν καὶ πολέμου ὄντος καὶ
10 [εἰρήνης καὶ τὰ ἄλλα] πάν[τα ὑπ]άρχειν αὐτῶι καθάπερ τοῖς
[ἄλλοις προξένοις κα]ὶ εὐε[ργέτα]ις.
Search Help
Contact Us