Proxeny decree for Pyrrhos, son of Amyntas, of Athens. Crowning
block of white marble from a statue base.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 301; p. 744
1 | [Ἀντίπατρ]ος Ἀρχιλόχου εἶπεν· ἐπειδὴ Πύρρος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ τῶν π[ο]λιτῶν τοῖς χρεί- |
αν ἔχου[σ]ιν [ἐμ] παντὶ καιρῶι τὸ συμφέρ[ο]ν πράττει, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Πύρρον Ἀμύντου Ἀθηναῖον | |
π[ρ]ό[ξε]ν[ο]ν [εἶ]ναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
[ἔγκτ]η[σ]ιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα | |
5 | [π]άντα [ὑ]π[ά]ρχειν αὐτοῖς καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται. |