Proxeny decree for Pyrrhos, son of Amyntas, of Athens.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 301; p. 744
1 [Ἀντίπατρ]ος Ἀρχιλόχου εἶπεν· ἐπειδὴ Πύρρος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ τῶν π[ο]λιτῶν τοῖς χρεί-
αν ἔχου[σ]ιν [ἐμ] παντὶ καιρῶι τὸ συμφέρ[ο]ν πράττει, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Πύρρον Ἀμύντου Ἀθηναῖον
π[ρ][ξε]ν[ο]ν [εἶ]ναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
[ἔγκτ]η[σ]ιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα
5 [π]άντα [ὑ]π[ά]ρχειν αὐτοῖς καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us