Proxeny decree for Hipparchos, son of Hipparchos.  Crowning block of white marble belonging to a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 300; p. 744
1 [ἄρχοντος ἐγ κοινῶι Βοιω]τῶν [Φίλωνος], ἱερέ[ω]ς δὲ τοῦ Ἀμφιαράου Θεοδώρου,
[Ἀντίπατρος Ἀρχιλόχο]υ εἶπεν· ἐπειδὴ Ἵππαρχος εὔνους ὢν διατελεῖ τ[ῆ]ι πόλει Ὠρωπίων καὶ τ[ῶν πολιτῶ]ν τοῖ[ς]
[χρείαν ἔχουσι]ν ἐ[μ] παν[τ][κ]αιρ[ῶι τ]ὸ συ[μ]φέρον πράττει, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ἵππαρχον Ἱππάρ[χου]
[— — — —] πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων, καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
5 [καὶ] οἰκί[α]ς ἔ[γ]κτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ [κα]τὰ θάλατταν
[κα]ὶ τὰ [ἄ]λλ[α] πάντα ὑπάρχειν αὐτοῖς καθάπερ τοῖς ἄλλοις προξένοις κ[α]ὶ εὐεργέταις γέγρα[πτ]αι.
Search Help
Contact Us