Proxeny decree for Herakleitos, son of Euandros, of Kassandreia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 247
1 | ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Φίλωνος, ἱερέως |
δὲ τοῦ Ἀμφιαράου Θεοδώρου, μηνὸς Ἀγριωνίου | |
πέμπτει ἐπὶ δέκα, ἐπεψήφιζεν Ἀντίπατρος | |
Ἀρχιλόχου, vacat | |
5 | Μείλιχος Ἀριστογείτονος εἶπεν· ἐπειδὴ |
Ἡράκλειτος εὔνους ὢν διατελεῖ τεῖ πόλει | |
Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχου- | |
σιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει, | |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἡράκλειτον | |
10 | Εὐάνδρου Κασσανδρέα πρόξενον εἶναι καὶ |
εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐ- | |
τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσυλίαν καὶ ἀσφά- | |
λειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ | |
15 | γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα |
ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις γέγραπται. |