Proxeny decree for Herakleitos, son of Euandros, of Kassandreia. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 247
1 ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Φίλωνος, ἱερέως
δὲ τοῦ Ἀμφιαράου Θεοδώρου, μηνὸς Ἀγριωνίου
πέμπτει ἐπὶ δέκα, ἐπεψήφιζεν Ἀντίπατρος
Ἀρχιλόχου,        vacat
5 Μείλιχος Ἀριστογείτονος εἶπεν· ἐπειδὴ
Ἡράκλειτος εὔνους ὢν διατελεῖ τεῖ πόλει
Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχου-
σιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει,
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἡράκλειτον
10 Εὐάνδρου Κασσανδρέα πρόξενον εἶναι καὶ
εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐ-
τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσυλίαν καὶ ἀσφά-
λειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ
15 γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα
ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us