Proxeny decree for Straton, son of Straton, of Smyrna. Right-hand
part of a semicylindrical crowning block of black stone.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 230-225 BC — IG VII 392 — ArchEph (1967) Chr., 10, 10 — SEG 24.344
1 | [ἄρχοντος ἐν κοινῶι Βοιωτ]ῶν [Ἀπο]λλο[δ]ώρου, ἱε[ρ]έως το[ῦ Ἀμφιαράου Γλαύκωνος], μηνὸς Ὁ[μολωΐ]ου, |
[Μίκ]υθος [Ξε]ν[ο]κρ[άτ]ου εἶπεν· ἐπειδὴ Στράτων Στράτωνος Ζ̣μυρν[αῖος εὔνους ὢ]ν διατελεῖ τεῖ τε | |
[πόλ]ει Ὠρωπίων κα[ὶ κοι]νεῖ καὶ ἰδίαι ἑκάστωι, τῆς τε ἀνακομιδ[ῆς] τ[ο]ῦ π[εμφθέντος σ]ίτο[υ] ὑπὸ τοῦ δήμου | |
[τοῦ ․․]ίω[ν] τεῖ π[όλει ἐφ]ρόντι[σ]εν ἐπιχρήσας [ἑα]υτὸν πρ[ωιρατ]εύειν ἵ[να ὡς λυσιτ]ελέστ[ατ]α κ[α]ὶ ἀσφ[α]λέ- | |
5 | [στα]τα ἀποκ[αταστ]ήσ[ηι τ]ὸ πλοῖον ἰς τὸν λιμένα βουλόμενος χαρί[ζεσθαι τῆι] πόλει, κ[α]κο[π]αθίας |
[καταφρ]ο̣ν̣ῶν [καὶ σ]υ[ν]παρέμινεν πλείω χρόνον ἐπιχρήσας αὑτόν, [ἀεὶ δὲ π]αρηκολούθει καὶ ἐν τοῖς λοι- | |
[ποῖς] φιλανθρώπως ἀνεστράφη, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή[μω]ι· Στράτωνα Στράτωνος | |
[Ζμυρ]ναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐ[κ]γόνους καὶ | |
[εἶναι] αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν καὶ πολέμου | |
10 | [ὄν]τος κ[α]ὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτοῖς καθά[π]ερ καὶ τοῖς λοιποῖς προξέ- |
[νοις] καὶ εὐεργέταις τῆς πόλεως γέγραπται· ἐπεψήφι[ζ]εν Ξάνθιππος Πρωτάρχου. |