Proxeny decree for Menekrates, son of Hipparchos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230-225 BC — IG VII 246
1 | ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Ἀπολλοδώρου |
ἐπὶ δὲ πόλεως Παυσανίου, ἱερέως τοῦ Ἀμ%⁸⁰- | |
φιαράου Γλαύκωνος, μηνὸς Ὁμολωΐου vv | |
ἑβδόμει ἱσταμένου, vacat | |
5 | Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Μενεκρά- |
της εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων | |
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν- | |
τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τεῖ v | |
βουλεῖ καὶ τῶι δήμωι· Μενεκράτην Ἱππάρχου v | |
10 | Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί- |
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυ- | |
λίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης | |
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα | |
15 | πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις |
καὶ εὐεργέταις γέγραπται. |