Proxeny decree for Menekrates, son of Hipparchos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230-225 BC — IG VII 246
1 ἄρχοντος ἐγ κοινῶι Βοιωτῶν Ἀπολλοδώρου
ἐπὶ δὲ πόλεως Παυσανίου, ἱερέως τοῦ Ἀμ%⁸⁰-
φιαράου Γλαύκωνος, μηνὸς Ὁμολωΐου vv
ἑβδόμει ἱσταμένου,      vacat
5 Ὠρωπόδωρος Θεοζότου εἶπεν· ἐπειδὴ Μενεκρά-
της εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ παν-
τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τεῖ v
βουλεκαὶ τῶι δήμωι· Μενεκράτην Ἱππάρχου v
10 Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί-
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυ-
λίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα
15 πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us