Proxeny decree for Nikostratos, son of Nausias, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 47, 78
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἀμεινίχου, ἱερέως δὲ τοῦ Ἀνφιαράου Νικολαΐδου, Σώφιλος Δημητρίου εἶπ[ε]-
[ν]· ἐπειδὴ Νικόστρατος Ναυσίου Ἀθηναῖος εὔνους ὢν διατελεῖ τεῖ πόλει καὶ τοῖς δεομένοις ἀεὶ τ[ῶν]
πολιτῶν παρέχεται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Νικόστρατον Ναυσίου Ἀθην[αῖ]-
[ο]ν πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐ{υ}τὸν {²⁶αὐτὸν}²⁶ καὶ ἐκγόνους καὶ εἶναι α<ὐ>τῶι γῆς καὶ οἰκίας ἔνκτησ[ιν]
5 καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τ[ὰ]
ἄλλα πάντα ὑπάρχειν αὐτῶι καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us