Proxeny decree for Philippos, son of Milas, of Magnesia. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 47, 77
1 | ἱερέως Αἰσχίνου, Πανάμου, Ἀρκεσίλαος Φιλοβότου εἶπεν· ἐπειδὴ Φίλιππος εὔνους ὢν διατελεῖ |
[τ]εῖ πόλει καὶ τοῖς δεομένοις ἀεὶ τῶν πολιτῶν παρέχεται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ | |
[τ]ῶι δήμωι· Φίλιππον Μίλα Μάγνητα πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὀρωπίων αὐτὸν καὶ ἐκγό- | |
[ν]ους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κα- | |
5 | [τὰ] θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶι καθάπερ τοῖς ἄλλοις προξέ- |
[νο]ις καὶ εὐεργέταις. |