Proxeny decree for Leon, son of Philostratos, of Achaia.  Statue base of Pentelic marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 189, 18 — SEG 15.276
1 Πολύνικος Πανδάρου εἶπεν· δεδόχθαι τῶι δήμωι· πρόξενον εἶναι
τῆς πόλεως Ὠρωπίων Λέον[τα Φ]ιλοστράτου Ἀχ[α]ιὸν αὐτὸν καὶ
[κγόν]ους καὶ εἶναι αὐτο[ῖς] γῆς καὶ οἰ[κ]ίας ἔ[νκ]τησιν καὶ ἰσοτέ-
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης οὔσης καὶ κατὰ γῆν
5 καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις
[π]ροξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us