Proxeny decree for the poet Demokrates, son of Philokles, of Athens.
Statue base of Pentelic marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — after mid. 3rd c. BC — ArchEph (1952) 188, 16 — SEG 15.274
1 | [Μ]ενεκράτης Ἀθηνάδου εἶπεν· ἐπειδὴ |
Δημοκράτης ὁ ποητὴς εὔνους ἐστὶ καὶ χρήσιμος | |
τεῖ πόλει καὶ τὸν θεὸν προαιρεῖται ἐνκωμιάζειν | |
διὰ ποημάτων, δεδόχθαι τῶι δήμωι· Δημοκράτην | |
5 | Φιλοκλέους Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην |
τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους αὐτοῦ | |
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλειαν | |
καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάν- | |
τα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |