Proxeny decree for Menophilos, son of Agathokles, of Halikarnassos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 66
1 | Λύσανδρος Αἴσχρωνος εἶπεν· ἐπειδὴ Μηνόφιλος εὔνους τε ὢν |
διατελεῖ τεῖ πόλει καὶ λέγων καὶ πράττων τὰ συνφέροντα π<ε>ρὶ | |
τῆς πόλεως ἐν παντὶ καιρῶι διατελεῖ, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι | |
δήμωι· Μηνόφιλον Ἀγαθοκλέους Ἁλικαρνασσέα πρόξενον | |
5 | εἶναι καὶ εὐεργέτην τῆς πόλεως αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι |
αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν | |
καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν | |
καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶι | |
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |