Proxeny decree for Menophilos, son of Agathokles, of Halikarnassos. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1892) 35, 66
1 Λύσανδρος Αἴσχρωνος εἶπεν· ἐπειδὴ Μηνόφιλος εὔνους τε ὢν
διατελεῖ τεῖ πόλει καὶ λέγων καὶ πράττων τὰ συνφέροντα π<ε>ρὶ
τῆς πόλεως ἐν παντὶ καιρῶι διατελεῖ, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι
δήμωι· Μηνόφιλον Ἀγαθοκλέους Ἁλικαρνασσέα πρόξενον
5 εἶναι καὶ εὐεργέτην τῆς πόλεως αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι
αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶι
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us