Proxeny decree for Noumenios, son of Dionysios, of Amisos. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 270
1 ἱερέως Διοδώρου, Ὁμολωΐου, Κλέαρχος
Πυρριδήμου εἶπεν· ἐπειδὴ Νουμήνιος
εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν
5 ἐν παντὶ καιρῶι τὸ συνφέρον πράτ<τ>ει,
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Νουμήνιον Διονυσίου Ἀμισηνὸν πρόξενον
εἶναι τῆς πόλειως {²⁶πόλεως}²⁶ Ὠρωπίων αὐτὸν
καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
10 ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατ<τ>αν
καὶ πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα
καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us