Proxeny decree for Apollodoros, son of Antiphantos, of Karystos.
Base of white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 239
1 | ἄρχοντος ἐν κοινοῖ Χαριδάμου, ἱερέως τοῦ Ἀμφιεράου Διοδώρου, Πολ[ύ]- |
νικος Πανδάρου εἶπεν· ἐπειδὴ Ἀπολλόδωρος εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίω[ν] | |
καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συνφέρον πράττει, δεδόχθαι [τεῖ] | |
βουλεῖ καὶ τῶι δήμωι· Ἀπολλόδωρον Ἀντιφάντου Καρύστιον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί[ων] | |
5 | αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλε[ι]- |
αν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις | |
πρ<ο>ξένοις καὶ εὐεργέταις γέγραπται. |