Proxeny decree for Herodotos and Tlepolemos, sons of Aristolochos,
of Ephesos. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 239-229 BC — IG VII 340
1 | ἱερέως Σπινθάρου, μηνὸς Δαματρίου, ἐπεψήφιζεν Ἀριστόνικος |
[Ε]ὐ̣φήρου· Κτησιφῶν Ἀνφινίκου εἶπεν· δεδόχθαι τῶι δήμωι· Ἡρόδοτον | |
καὶ Τληπόλεμον Ἀριστολόχο[υ] Ἐφεσίους προξένους εἶναι τῆς πόλεως | |
Ὠρωπίων αὐτοὺς καὶ ἐγγόνου[ς] καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν | |
5 | καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν κα[ὶ] ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης |
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ <ἄ>λλα πάντα καθάπερ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις. |