Proxeny decree for Polyzalos, son of Autokles, of Megara. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 263
1 | ἱερέως Ἀσώπωνος, Ἀλαλκομενείου, Σώφιλος Δημητρίου εἶπεν· [ἐπει]- |
δὴ Πολύζαλος εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τῶν πολ[ι]- | |
τῶν τοῖς χρείαν ἔχουσιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει, δεδ[ό]- | |
χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πολύζαλον Αὐτοκλοῦ Μεγαρέα πρόξε- | |
5 | νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς |
καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν κα[ὶ] | |
κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις γέγραπται. |