Proxeny decree for Plator, son of Epikades, of Illyrian Dimalle. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 282
1 Εὔβουλος Ἀμύμτου {²⁶Ἀμύντου}²⁶ εἶπεν· ἐπειδὴ Πλάτωρ εὔνους ὢν διατελεῖ καὶ τῶν πολιτῶν ἀεὶ τοῖς δε-
ομένοις χρείας παρέχεται ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πλάτορα Ἐπι-
κάδου Διμαλλίτην πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγό-
νους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν κα-
5 τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶι
καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us