Proxeny decree for Hekataios, son of Noumenios, of Mesambria.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 281
1 | Ε̣ὔβουλος Ἀμύντου εἶπεν· ἐπειδὴ Ἑκαταῖος Νουμηνίου Μεσημ̣- |
βριανὸς διατελεῖ εὔνους ὢν καὶ χρήσιμος τεῖ πόλει, δεδόχθαι τῶι δήμω[ι]· | |
ε̣ἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν | |
καὶ ἐκγόνους καὶ δεδόσθαι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλει- | |
5 | αν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν |
καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις. |