Federal proxeny decree for Theomnastos, son of Skylax, of Halikarnassos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 280 — ArchEph (1919) 79, 115
1 | Ἀντίγωνος ἄρχοντος, Λύσανδρος Μειλίχω Ὠρώπιος ἔλεξε· ἐπιδεὶ Θεόμναστος |
εὔνοος ἐὼν διατελῖ τοῖ κοινοῖ Βοιωτῶν κὴ παρέχετη χρείας τοῖς δειομένοις | |
ἐν παντὶ κηροῖ, δεδόχθη τοῖ δάμοι· Θεόμναστον Σκύλακος Ἁλικαρνασσεῖα πρ<ό>- | |
ξενον εἶμεν κὴ εὐεργέταν τῶ κοινῶ Βοιωτῶν αὐτὸν κὴ ἐσγόνως κὴ εἶμεν αὐτ- | |
5 | οῖ γᾶς κὴ ϝοικίας ἔνπασιν κὴ ἀσυλίαν κὴ ἀσφάλιαν κὴ κατὰ γᾶν κὴ κατὰ θάλα<τ>- |
[τ]αν κὴ πολέμω ἰόντος κὴ εἰράνας κὴ τὰ ἄλλα πάντα ὑπαρχέμεν αὐτοῖ καθὰ κὴ τοῖ[ς] | |
[ἄ]λλοις προξένοις κὴ εὐεργέτης. |