Federal proxeny decree for Theomnastos, son of Skylax, of Halikarnassos. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 280 — ArchEph (1919) 79, 115
1 Ἀντίγωνος ἄρχοντος, Λύσανδρος Μειλίχω Ὠρώπιος ἔλεξε· ἐπιδεὶ Θεόμναστος
εὔνοος ἐὼν διατελῖ τοῖ κοινοῖ Βοιωτῶν κὴ παρέχετη χρείας τοῖς δειομένοις
ἐν παντὶ κηροῖ, δεδόχθη τοῖ δάμοι· Θεόμναστον Σκύλακος Ἁλικαρνασσεῖα πρ<ό>-
ξενον εἶμεν κὴ εὐεργέταν τῶ κοινῶ Βοιωτῶν αὐτὸν κὴ ἐσγόνως κὴ εἶμεν αὐτ-
5 οῖ γᾶς κὴ ϝοικίας ἔνπασιν κὴ ἀσυλίαν κὴ ἀσφάλιαν κὴ κατὰ γᾶν κὴ κατὰ θάλα<τ>-
[τ]αν κὴ πολέμω ἰόντος κὴ εἰράνας κὴ τὰ ἄλλα πάντα ὑπαρχέμεν αὐτοῖ καθὰ κὴ τοῖ[ς]
[ἄ]λλοις προξένοις κὴ εὐεργέτης.
Search Help
Contact Us