Proxeny decree for Hermias, son of Nearchos, of Athens. Statue
base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 385
1 | Παυσανίας Κιρωνίδου εἶπεν· ἐπειδὴ Ἑρμίας εὔνους ὢν διατελεῖ τῆι τε |
πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συνφέρον | |
πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἑρμίαν Νεάρχου Ἀθηναῖον πρόξενον | |
εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶεἶναι αὐτ[οῖς] | |
5 | γῆς, οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κ[ατ]- |
ὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις κ[αὶ] | |
εὐεργέταις γέγραπται. |