Proxeny decree for Aristeides, son of Mnesitheos, of Athens.  Stele of white marble with upper molding.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 275-250 BC — ArchEph (1952) 172, 4 — SEG 16.298
1 Ἀντίβιος Βιόττου εἶπεν· ἐπ-
[ε]ιδὴ Ἀριστείδης εὔνους ὢ-
ν διατελεῖ τεῖ πόλει τεῖ Ὠρω-
πίων καὶ ἰδίαι ἑκάστωι τῶν π-
5 [ο]λιτῶν χρείας παρέχεται κα-
[ὶ] λέγων καὶ πράττων τὰ συμ[φ]-
έροντα, δεδόχθαι τῶι δήμωι·
Ἀριστείδην Μνησιθέου Ἀθη-
ναῖον πρόξενον εἶναι τῆς πόλ-
10 εως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐ[γ]-
γόνους καὶ εἶναι αὐτῶι γῆς κα-
ὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλε-
ιαν καὶ ἀσυλίαν καὶ ἀσφάλεια-
ν καὶ πολέμου καὶ εἰρήνης καὶ κ-
15 ατὰ γῆν καὶ κατὰ θάλατταν καὶ
τἆλλα πάντα καθάπερ τοῖς ἄλλ-
οις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us