Proxeny decree for Hagnodemos, son of Thargelios, of Athens.
Pedimental stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — mid 3rd c. BC — ArchEph (1952) 176, 9 — SEG 15.266
1 | Ἐρ̣ά̣τ̣ων εἶπεν· ἐπειδὴ Ἁγνόδημος |
Θαργηλίου Ἀθηναῖος διατε{ι}λεῖ {²⁶διατελεῖ}²⁶ εὔνου[ς ὢν] | |
καὶ χρήσιμος τῆι πόλει, δεδόχθαι τῶι δήμ[ωι]· | |
εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆ[ς πό]- | |
5 | λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ δ[εδό]- |
σθαι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀ[σ]- | |
φάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ | |
εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλα[τ]- | |
ταν καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα κ[α]- | |
10 | θάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- |
γέταις, ἀναγράψαι δὲ τὸ ψήφισμα τοὺς πο- | |
λεμάρχους ἐν στήληι λιθίνηι καὶ στῆσαι | |
ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου ὅπου ἂν δοκῆ[ι] | |
ἐν καλλίστωι εἶναι. |