Proxeny decree for Hagnodemos, son of Thargelios, of Athens. Pedimental stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — mid 3rd c. BC — ArchEph (1952) 176, 9 — SEG 15.266
1 Ἐρ̣ά̣τ̣ων εἶπεν· ἐπειδὴ Ἁγνόδημος
Θαργηλίου Ἀθηναῖος διατε{ι}λεῖ {²⁶διατελεῖ}²⁶ εὔνου[ς ὢν]
καὶ χρήσιμος τῆι πόλει, δεδόχθαι τῶι δήμ[ωι]·
εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆ[ς πό]-
5 λεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ δ[εδό]-
σθαι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀ[σ]-
φάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ
εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλα[τ]-
ταν καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα κ[α]-
10 θάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις, ἀναγράψαι δὲ τὸ ψήφισμα τοὺς πο-
λεμάρχους ἐν στήληι λιθίνηι καὶ στῆσαι
ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου ὅπου ἂν δοκῆ[ι]
ἐν καλλίστωι εἶναι.
Search Help
Contact Us