Federal proxeny decree for Ophelas, son of Philemon, of Amphipolis.
Base of Pentelic marble, broken at the top and on the left.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — 287-245 BC — ArchEph (1952) 181, 14 — SEG 15.282 — cf. SEG 23.269; 24.347
See also:
| 1 | [Α]ἰσχρίωνος ἄρχοντος Βοιωτοῖς, βοιωταρχούντων Καφισοδώρου Χάρητος Θηβαίου, Μηλίου |
| [Ἀ]ριστοδήμου Ὀπουντίου, Εὐαρχίδου Πτωϊοτίμου Ἀκραιφιέως, Λυσάνδρου Φανοστράτου Ὠρωπίου, | |
| [Θηβ]ανγέλου Ἰσμηνίου Θεσπιέως, Διογένου Οἰνίωνος Ταναγραίου, Θύρρωνος Λυσίνου Ὀρχομενίου, | |
| [Τι]μοκρίτου Θεο[πόμ]που Θισβέως, γραμματεύοντος Εὐρυφάοντος Καλλι[έ]ρωνος Χαιρωνέως, | |
| 5 | [μην]ὸς Πανάμου, ἐπεψήφι[ζ]ε Κηφισόδωρος Χάρητος, Λύσανδρος Φανοστράτου ἔλεξεν· δεδό- |
| [χθαι] τῶι δήμωι· Ὀφέλ[α]ν Φιλή[μ]ονος Ἀμφιπολίτην πρόξενον εἶναι καὶ εὐεργέτην τοῦ κοινοῦ Βοιωτῶ[ν] | |
| [κα]ὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν | |
| καὶ ἀσυλία[γ(?)] καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις τοῦ κοινοῦ Βοιωτῶν. |