Proxeny decree for Mnasalkes, son of Mnasippos, of Sikyon. Pedimental
stele of white marble, broken at the top.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — IG VII 395 [= ll. 1-5]
1 | Ὀνο̣μ̣ακ̣λ̣ῆς Χαριλάου εἶπεν· ἐ[πει]- |
δὴ Μνασάλκης Μνασίππου Σικυών[ιος] | |
διατελεῖ φίλος καὶ εὔνους ὢν τῆι [πό]- | |
λει καὶ λέγων καὶ πράττων πε̣[ρὶ τὸ ἱε]- | |
5 | ρὸν τοῦ̣ [Ἀμφιαρ]ά[ου κατὰ τὸ δυνατὸν] |
τὰ συμ[φ]έροντα Ὠρωπίοις, δεδόχθ[αι] | |
τῶι δήμωι· εἶναι αὐτὸν πρόξενον [καὶ] | |
εὐεργέτην τῆς πόλεως Ὠρωπίων κ[αὶ] | |
αὐτὸν καὶ ἐκγόνους καὶ δεδόσθαι α[ὐ]- | |
10 | τοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀ[σφά]- |
λειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ [εἰ]- | |
ρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλαττ[αν] | |
[κ]αὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα καθά[περ] | |
[τοῖς] ἄλλοι[ς πρ]οξένοις καὶ εὐεργέταις, [ἀνα]- | |
15 | [γρά]ψαι δὲ τὸ ψήφ[ισ]μα τοὺ[ς] πολεμάρχο[υς] |
[ἐν] στήλη[ι] λ[ι]θίνηι κα[ὶ] στῆσαι [ἐ]ν τῶι ἱ[ερῶι] | |
[το]ῦ Ἀμφιεράου. |