Proxeny decree for Philokles, son of Theodotos, of Ephesos. Stele of white marble with upper molding.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — IG VII 4267
1 Πυρίδης Δημοχάρου εἶπεν· vv
δεδόχθαι τῶι δήμωι· Φιλοκλῆν
Θεοδότου Ἐφέσιον πρόξενον εἶνα[ι]
τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ
5 ἐγγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ
οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ
πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ τἆλλα πάν-
10 τα καθάπερ καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις.
Search Help
Contact Us