Proxeny decree for Autias, son of Autokles, of Athens. Pedimental
stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — IG VII 4266
| 1 | θεοί. |
| Φιλόξενος Εὐκλέου εἶπεν· ἐπειδὴ | |
| Αὐτίας Αὐτοκλέου Ἀθηναῖος δι- | |
| ατελεῖ εὔνους καὶ χρήσιμος ὤν, | |
| 5 | δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν π- |
| ρόξενον καὶ εὐεργέτην τῆς πόλεω- | |
| ς Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους κ- | |
| αὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτ- | |
| ησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέ- | |
| 10 | μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατ- |
| ταν καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα κα- | |
| θάπερ τοῖς ἄλλοις προξένοις, ἀν[α]γράψ- | |
| αι δὲ τὴν προξενίαν ἐν στήληι λιθίνηι | |
| καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιεράου. |