Proxeny decree for Autias, son of Autokles, of Athens.  Pedimental stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 300-250 BC — IG VII 4266
1  θεοί.
Φιλόξενος Εὐκλέου εἶπεν· ἐπειδὴ
Αὐτίας Αὐτοκλέου Ἀθηναῖος δι-
ατελεῖ εὔνους καὶ χρήσιμος ὤν,
5 δεδόχθαι τῶι δήμωι· εἶναι αὐτὸν π-
ρόξενον καὶ εὐεργέτην τῆς πόλεω-
ς Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους κ-
αὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτ-
ησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέ-
10 μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατ-
ταν καὶ ἰσοτέλειαν καὶ τἆλλα πάντα κα-
θάπερ τοῖς ἄλλοις προξένοις, ἀν[α]γράψ-
αι δὲ τὴν προξενίαν ἐν στήληι λιθίνηι
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιεράου.
Search Help
Contact Us