Proxeny decree for Alkanor, son of Arkesilaos, of Macedonia.
Pedimental stele of white marble. Stoich. 26.
1 | θεοί· τύχηι ἀγαθῆι· ἐπὶ Χαροπίδο- |
υ ἱερέως τοῦ Ἀμφιαράου, πολεμάρ- | |
χων Ἀμφιδήμου <Ἀ>μφιμήδους, Χαιρ- | |
εστράτου Εὐχάρι<δ>ος, Νι<κ>οξένου | |
5 | Σιμίου, Ἀμφίδημος Ἀμφιμήδους ἔ- |
λεξεν· ἔδοξεν τῆι βουλῆι καὶ τῆι | |
ἐκκλησίαι· ἐπειδὴ ἀνὴρ ἀγαθὸς κ- | |
αὶ δίκαιος περὶ τὴμ πόλιν τὴν Ὠρ- | |
ωπίων <γ>εγένηται Ἀλκάνωρ Ἀρκεσι- | |
10 | λάου Μακεδών, πρόξενον καὶ εὐερ- |
γέτην εἶναι αὐτὸν καὶ ἐκγόνους | |
καὶ εἶναι αὐτῶι πολιτείαν, ἀτέλ- | |
ειαν πάντων, γῆς, οἰκιῶν ἔγκτησι- | |
ν, ἀσυλίαν, ἀσφάλειαν καὶ πολέμο- | |
15 | υ καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κα- |
τ<ὰ> θάλατταν. |