[ ] Korinthia — Korinthos — 44 BC-267 AD
1  Τιμάρχω̣ι θύγατρα Κα̣λαιν̣ώ̣, τ̣ύ̣μ̣β̣ε, φ̣ι̣λ̣ίσταν
 κεύθεις̣ καὶ θεία̣ς μεστοτάταν ἀρετᾶ[ς].
 ἀλλὰ κακὰ νοῦσος ζωὰν ἐκάλυψε γυναικὸς
 ἐσθλᾶς πρὶν στυγεροῦ γή̣ρα[ο]ς ἀντιτυχεῖν.
5  εἰ δ’ ἀγαθαῖς τιμά τ[ις] ὑπὸ χ[θο]νός, ἅδε τ̣έτευχεν
 πρώτας εὐκόλπωι κ̣α̣ὶ παρὰ [Π]ερσεφόναι.
———
7  ἅδε σε ποιητάν τε καὶ ἰητῆρα, Θράσιππε,
 οὐθενὸς Ἑλλάνων δεύτερον̣ αἶα φέρει.
Search Help
Contact Us