[ ]
Korinthia — Korinthos — 44 BC-267 AD
| 1 | Τιμάρχω̣ι θύγατρα Κα̣λαιν̣ώ̣, τ̣ύ̣μ̣β̣ε, φ̣ι̣λ̣ίσταν |
| κεύθεις̣ καὶ θεία̣ς μεστοτάταν ἀρετᾶ[ς]. | |
| ἀλλὰ κακὰ νοῦσος ζωὰν ἐκάλυψε γυναικὸς | |
| ἐσθλᾶς πρὶν στυγεροῦ γή̣ρα[ο]ς ἀντιτυχεῖν. | |
| 5 | εἰ δ’ ἀγαθαῖς τιμά τ[ις] ὑπὸ χ[θο]νός, ἅδε τ̣έτευχεν |
| πρώτας εὐκόλπωι κ̣α̣ὶ παρὰ [Π]ερσεφόναι. | |
| ——— | |
| 7 | ἅδε σε ποιητάν τε καὶ ἰητῆρα, Θράσιππε, |
| οὐθενὸς Ἑλλάνων δεύτερον̣ αἶα φέρει. |